BIVIO: Biblioteca Virtuale On-Line
Basilius Magnus - Homiliae in Hexaemeron » Poliziano, Angelo In Georgica commentarium - p. 217

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium


<404> Se recipit facile ut somno aggrediare iacentem.
Homerus:
αὐτὰρ ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
καὶ τότ' ἔπειθ' ὑμῖν μελέτω κάρτός τε βίη τε.
Αὖθι δ' ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι·
πάντα δὲ γινόμενος πειρήσεται, ὅσσ' ἐπὶ γαῖαν
ἑρπετὰ γίνονται καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ·
ὑμεῖς δ' ἀστεφέους ἔχειν μᾶλλόν δὲ πιέζειν.
Ἀλλ' ὅτε κεν δή σ' αὖτις ἀνείρηται ἐπέεσσι,
τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδηαι,
καὶ τότε δὴ σχέσθαί τε βίης λῦσαί τε γέροντα
.
<415> Et liquidum ambrosiae diffudit odorem.
Angelus: fortasse et hoc Homeri exemplo, qui Mene-
lao, qui phocarum odore offenderetur, ambrosia medentem
Idotheen inducit. Eius in quarto Odysseae haec verba:
Τόφρα δ' ἄρ' ἥ γ' ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
τέσσαρα φωκάων ἐκ πόντου δέρματ' ἔνεικε·
πάντα δ' ἔσαν νεόδαρτα· δόλον δ' ἐπεμήδετο πατρί,
εὐνὰς δ' ἐν ψαμάθοισι διαγλάψασ' ἁλίῃσιν,
ἦστο μένουσ'· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς.
Ἑξείης δ' εὔνησε, βάλεν δ' ἐπὶ δέρμα ἑκάστῳ.
κεῖθι δὴ αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς
φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή.
Τίς γάρ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
ἀλλ' αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ' ὄνειαρ.
Ἀμβροσίην ὑπὸ ῥίνα ἑκάστῳ θῆκε φέρουσα
ἡδὺ μάλα πνείουσαν, ὄλεσε δὲ κήτεος ὀδμήν.
Πᾶσαν δ' ἠοίην μένομεν τετληότι θυμῷ·
φῶκαι δ' ἐξ ἁλὸς ἦλθον ἀολλέες· αἱ μὲν ἔπειτα
ἑξῆς ηὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης.
Ἔνδιος δ' ὁ γέρων ἦλθ' ἐξ ἁλός, εὔρε δὲ φώκας
ζατρεφέας, πάσας δ' ἄρ' ἐπῷχετο, λέκτο δ' ἀριθμόν
.
Odorem. Angelus: liquidum odorem am-
brosiae dixit pro rore ut infra 'rorem amarum',


pagina successiva »
 
p. 217