BIVIO: Biblioteca Virtuale On-Line
Vergilius Maro, Publius - Bucolica » Poliziano, Angelo In Georgica commentarium - p. 33

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium


<129> Ille. Angelus: et Hesiodus a Iove
hominibus omnia mala immissa testatur. Haec omnia se-
cundum Hesiodum. Eius in Operibus et diebus haec sunt
verba:
Κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισι·
ῥηιδίως γάρ κεν καὶ ἐπ' ἤματι ἐργάσσαιο,
ὥςτε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·
αἶψα κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
ἔργα βοῶν δ' ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
Ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶ ᾖσιν,
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
τοὖνεκ' ἄρ' ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά,
κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
ἔκλεψ' ἀνθρώποισι Διὸς παρὰ μητιόωντος
ἐν κοίλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.

In hunc Hesiodi locum sic scribit platonicus Proclus:
ἡ τοῦ πυρὸς κρύψις τῆς νοερᾶς καὶ τεχνικῆς ἐστι ζωῆς ἀφανὴς περί-
ληψις ἣν ὁ Ζεὺς ἑκὼν πρῶτος δίδωσι — δι' ἧς καὶ τὸν κόσμον ἐδημι-
ούργησεν — ἄληπτον αὐτὴν φυλάττειν τὰς πολλὰς τῶν ἐλθουσῶν δεῦρο
ψυχῶν. Φωτὸς γὰρ αἴτιον τὸ πῦρ ὂν εἰκόνα φέρει τοῦ νοῦ τοῦ τεχνικοῦ,
καθ' ὃν οἱ ἄνθρωποι ζῶσι πρῶτον νοερῶς.

Et paulo post:
ἡ κλοπὴ τοῦ διὸς δηλοῖ μετάθεσιν ἀπὸ τοῦ νοητοῦ καὶ ἀφανοῦς εἰς τὸ
αἰσθητὸν καὶ ἀλλότριον, ὡς δὲ πᾶσα κλοπὴ λεληθυῖα τοῦ ἀλλοτρίου
μετάθεσίς ἐστιν ὄντως καὶ ταῖς ἐν τῷ νοητῷ μενούσαις οἰκεία ψυχαῖς
τοῦ τεχνικοῦ λόγου νοεροῦ ὄντος. Δέδωκεν οὖν ὁ Προμηθεὺς αὐτὸν
ταῖς πεσούσαις ψυχαῖς ἐνταῦθα, διὸ κλοπὴν ὁ μῦθος τὴν δόσιν ταύ-
την ἐκάλεσεν ὡς ταῖς ψυχαῖς ταῖς εἰς τὸν ἀλλόρτιον τόπον κατελθού-
σαις διὰ τοῦ Προμηθέως προσελθοῦσαν. Ὁ δὲ Προμηθεύς ἐστιν ὁ τοῖς


pagina successiva »
 
p. 33