BIVIO: Biblioteca Virtuale On-Line
Aristoteles - De sensu et sensibilibus » Poliziano, Angelo In Georgica commentarium - p. 50

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium


Aratus de Canicula et Orione:
Λοξὸς μὲν Ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς
Ὡρίων. Μὴ κεῖνον ὅτις καθαρῇ ἐνὶ νυκτὶ
ὑψοῦ πεπτηῶτα παρέρχεται ἄλλα πεποίθοι
οὐρανὸν εἰσανιδὼν προφερέστερα θηήσασθαι.
Τοῖός οἱ καὶ φρουρὸς ἀειρομένῳ ὑπὸ νώτῳ
φαίνεται ἀμφοτέροισι Κύων ὑπὸ ποσσὶ βεβηκώς,
ποικίλος, ἀλλ' οὐ πάντα πεφασμένος· ἀλλὰ κατ' αὐτήν
γαστέρα κυάνεος περιτέλλεται, ἡ δέ οἱ ἄκρη
ἀστέρι βέβληται δεινὴ γένυς, ὅς ῥα μάλιστα
ὀξέα σειριάει· καί μιν καλέουσ' ἄνθρωποι
Σείριον. Οὐκέτι κεῖνον ἅμ' ἠελίῳ ἀνιόντα
φυταλιαὶ ψεύδονται ἀναλδέα φυλλιόωσαι.
Ῥεῖα γὰρ οὖν ἔκρινε διὰ στίχας ὀξὺς ἀΐξας,
καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα.
κείνου καὶ κατιόντος ἀκούομεν· οἱ δὲ δὴ ἄλλοι
σῆμ' ἔμεναι μελέεσσιν ἐλαφρότεροι περίκεινται.

Tum eius interpres:
συνανατέλλει τῷ ἡλίῳ ὅτε γίνεται εἰς τὸν θερινὸν τροπικὸν ἐν τῷ
Καρκίνῳ κατὰ τὸν Ἐπιφὶ μῆνα, ὅς ἐστι κατὰ Ῥωμαίους Ἰούλιος, ἃτε
'φέρει πυρετὸν δειλοῑσι βροτοῖσι'.

De occasu Coronae sic ait Aratus:
Οὔ οἱ ἀφαυρότατοι, ὅτε Καρκίνος ἀντέλλῃσιν,
ἀστέρες ἀμφοτέρωθεν ἑλισσόμενοι περίκεινται,
τοὶ μὲν δύνοντες, τοὶ δ' ἐξ ἑτέρης ἀνιόντες.
Δύνει μὲν Στέφανος, δύνει δὲ κατὰ ῥάχιν Ἰχθύς
.
Astro. Probus: «Icari, pastoris Attici,
canis, qui servaverat corpus occisi, et filiae Erigonae, quae se
suspendio necaverat ob interitum patris, relati sunt in sidera.
Pecoribus autem canis ideo inimicum sidus est, quod poetae
ferunt a pastoribus Icarum occisum. Occidit autem canis
oriente Tauro, qui existimatur ideo sacratus inter caelestia,


pagina successiva »
 
p. 50