BIVIO: Biblioteca Virtuale On-Line
Diogenes Laertius - Vitae philosophorum » Poliziano, Angelo In Georgica commentarium - p. 66

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium

οὗ χεῖρες μὲν ἔασιν ἐπ' ἰσχύι ἔργματ' ἔχουσαι·
καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων
ἦν ἑκατὸν κεφαλαὶ ὄφιος, κρατεροῖο δράκοντος,
γλώσσῃσιν δνοφερῇσι λελιχμότες· ἐκ δέ οἱ ὄσσων
θεσπεσίῃς κεφαλῇσιν ὑπ' ὀφρύσιν πῦρ ἀμάρυσσεν·
πασέων δ' ἐκ κεφαλέων πῦρ δαίετο δερκομένοιο·
φωναὶ δ' ἐν πάσῃσιν ἔσαν δειναῖς κεφαλῇσι
παντία ὄπ' ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ
φθέγγονθ' ὥς τε θεοῖσι συνιέμεν, ἄλλοτε δ' αὖτε
ταύρου ἐριβρύχεω μένος ἀσχέτον ὄσσαν ἀγαύρου,
ἄλλοτε δ' αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,
ἄλλοτε δ' αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ' ἀκοῦσαι,
ἄλλοτε δ' αὖ ῥοίζεσχ' ὑπὸ δ' ἤχεεν ἥματα πάντα.

Coeumque. Idem in Theogonia de Coeo:
Φοίβη δ' αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
κυσσαμένη δἤπειτα θεὰ θεοῦ ἐν φιλότητι
Λητὼ κυανόπεπλον γείνατο, μείλιχον αἰεί
.
Typhaea. Hesiodus in Theogonia de Ter-
rae filiis:
Κοῖόν τε Κρεῖόν θ' Ὑπερίονά τ' Ἰαπετόν τε.
Idem paulo post:
Ἄλλοι δ' αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο
τρεῖς παῖδες μεγάλοι καὶ ὄμβριμοι, οὐκ ὀνομαστοί,
Κόττος τε Βριάρεώς τε Γύης θ', ὑπερήφανα τέκνα·
τῶν ἑκατὸν μὲν χεῖρες ἀπ' ὤμων ἀίσσοντο
ἄπλατοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσι·
ἰσχὺς τ' ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει.

<281> Pelio Ossam. Valerius Probus:
«Montes Thessaliae».


pagina successiva »
 
p. 66