κοὐκ ἔσθ' ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον.
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσι λύχνοις οὑτοιὶ μύκητες·
φιλεῖ δ', ὅταν ᾖ τουτί, ποιεῖν ὑετὸν μάλιστα
ἢ λύχνοιο μύκητες ἀγείρωνται περὶ μύξαν
νύκτα κατὰ σκοτίην· μηδ' ὑπὸ χείματος ὥρην
λύχνων ἄλλοτε μέν τε φάος κατὰ κόσμον ὀρώρῃ,
ἄλλοτε δ' ἀΐσσωσιν ἄπο φλόγες ἠύτε κοῦφαι
πομφόλυγες, μηδ' ἢν ... θέρεος μέγα πεπταμένοιο
νησαῖοι ὄρνιθες ἐπασσύτερον φορέωνται.
ἄλλοτε δ' ὑδατόεν κυέει βάρος. Αἰ δὲ θαμιναὶ
πομφόλυγες τ' ὡς εἴ τε περὶ φλύκταιναι ἀραιαί
pluviae etiam»,
si in lucernis fungi».
Διὰ τὶ ἐν χειμῶνι τοῦ ὑετοῦ παυσαμένου, τὰ ἄστρα φαιδρότερα ἡμῖν
φαίνεται; διότι παρά τε τῶν ἀνέμων καὶ τῶν ὑετῶν ὁ περιέχων
ἡμᾶς ἀὴρ καὶ πᾶς ὁ εἰς ὕψος ἀπὸ τῆς κινήσεως λεπτυνόμενος καὶ ὡς
ἂν εἴποι τις χεόμενος, δίδωσι τῇ ὄψει καθαρωτέραν ἀντίληψιν τῶν