BIVIO: Biblioteca Virtuale On-Line
Tucidides - Historiae » Poliziano, Angelo In Georgica commentarium - p. 88

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium

κύκλος, ὅτ' εὐδίου κεχρημένος ἤματος εἴης,
μηδέ τι σῆμα φέροι, φαίνοιτο δὲ λιτὸς ἁπάντη.
Εἰ δ' αὕτως καθαρόν μιν ἔχοι βουλύσιος ὥρη,
δύνοι δ' ἀνέφελος μαλακὴν ὑποδείελος αἴγλην,
καί κεν ἐπερχομένης ἠοῦς ἔθ' ὑπεύδιος εἴη.
Ἀλλ' οὐχ ὁππότε κοῖλος ἐειδόμενος περιτέλλῃ,
οὐδ' ὁπότ' ἀκτίνων αἱ μὲν νότον αἱ δὲ βορῆα
σχιζόμεναι βάλλωσι, τὰ δ' αὖ περὶ μέσσα φαείνῃ,
ἀλλά που ἢ ὑετοῖο διέρχεται ἢ ἀνέμοιο.
Σκέπτεο δ', εἴ κέ τοι αὐγαὶ ὑπείκωσ' ἠελίοιο,
αὐτὸν ἐς ἠέλιον· τοῦ γὰρ σκοπιαὶ καὶ ἄρισται·
†εἴ τί που ἦ† ἔρευθος ἐπιτρέχει, οἷά τε πολλὰ
ἑλκομένων νεφέων ἐρυθαίνεται ἄλλοθεν ἄλλα,
ἢ εἴ που μελανεῖ· καὶ σοι τὰ μὲν ὕδατος ἔστω
σήματα μέλλοντος, τὰ δ' ἐρεύθεα πάντ' ἀνέμοιο.
Εἴ γε μὲν ἀμφοτέροις ἄμυδις κεχρημένος εἴη,
καί κεν ὕδωρ φορέοι καὶ ὑπηνέμιος τανύοιτο.
Εἰ δέ οἱ ἢ ἀνιόντος ἢ αὐτίκα δυομένοιο
ἀκτῖνες συνίωσι καὶ ἀμφ' ἑνὶ πεπλήθωσιν,
ἤ ποτε καὶ νεφέων πεπιεσμένος ἢ ὅ γ' ἐς ἠῶ
ἔρχηται παρὰ νυκτός, ἢ ἐξ ἠοῦς ἐπὶ νύκτα,
ὕδατί κεν κατιόντι παρατρέχοι ἤματα κεῖνα.

Vergilius ea tantum sumit quae commode possunt exprimi.
Quae autem desperat tractata nitescere posse, relinquit.
<440> Et quae mane refert et quae surgentibus astris:
Ἀπορία. Διὰ τί δὲ μόνον ὰνίσχοντος καὶ δύνοντος φαίνεται τἀ σημεῖα
οὐχὶ δὲ καὶ μεσουρανοῦντος; Λύσις· τότε γὰρ φαίνεται διὰ τοῦ ἀέρος τοῦ
περιγείου τοῦ δεχομένου πάχη καὶ μεταβολὰς διὰ τὰς ἀναθυμιάσεις,
ἃς ἡ γῆ ἀναδίδωσι, τοῦ ἡλίου ταῦτα κινοῦντος· ἐξαρθεὶς δὲ καὶ ὑψω-
θεὶς τὸ οἰκεῖον αὐτοῦ χρῶμα ἐμφαινῶς καὶ εἰλιχρινῶς δείκνυσιν.

<442> Medioque. Arati interpres:
Τούτου αἴτιον τοι ἔμπροσθεν αὐτοῦ ἰστάμενα νέφη, μελαινόμενα διὰ
τὴν πολλὴν πύκνωσιν. Πέφυκε δὲ πάντα τὰ διὰ τῶν μελάνων ὁρώμενα


pagina successiva »
 
p. 88