BIVIO: Biblioteca Virtuale On-Line
Alexander Aphrodisiensis - Quaestiones » Poliziano, Angelo In Georgica commentarium - p. 155

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium


<83> Et gilvo. Apud Nonium in vocabulo
'badius': Varro Onos lyras:
item nati:
hic badius, iste gilvus, ille murinus
.
<86> Densa iuba et dextro iactata recumbit in armo.
Xenophon:
Δέδοται δὲ παρὰ θεῶν καὶ ἀγλαΐας ἕνεκεν ἵππῳ χαίτη καὶ προκό-
μιόι τε καὶ οὐρά. Τεκμήριον δέ· αἱ γὰρ ἀγελαῖαι τῶν ἵππων οὐχ ὁμοίως
ὑπομένουσι τοὺς ὄνους ἐπὶ τῇ ὀχεία ἕως ἂν κομῶσιν· οὗ ἕνεκα καὶ ἀποτέ-
μνουσι τὰς ἵππους παντες οἱ ὀνοβατοῦντες.

<87> Duplex. Xenophon Περὶ ἱππικῆς:
Ἡ δ' αὖ ὑψηλὴ ἀκρωμία τῷ τε ἀναβάτῃ ἀσφαλεστέραν τὴν ἕδραν
καὶ τοῖς ὤμοις καὶ τῷ σώματι ἰσχυροτέραν τὴν πρόσφυσιν παρέχεται.
Ἡ διπλῆ τῆς ἁπλῆς καὶ ἐγκαθῆσθαι μαλακωτέρα καὶ ἰδεῖν ἡδίων.
Καὶ πλευρὰ δὲ ἡ βαθυτέρα καὶ πρὸς τὴν γαστέρα ὀγκωδεστέρα
ἅμα εὐεδρότερόν τε καὶ ἰσχυρότερον καὶ εὐχιλότερον ὡς ἐπὶ πολὺ τὸν
ἵππον παρέχεται. Ὀσφύς γε μὴν ὅσῳ ἂν πλατυτέρα τε καὶ βραχυτέρα ᾖ,
τοσούτῳ ῥᾷον μὲν ὁ ἵππος τὰ πρόσθεν αἴρεται, ῥᾷον δὲ τὰ ὄπισθεν προσά-
γεται· καὶ ὁ κενεὼν δὲ οὕτω μικρότατος φαίνεται, ὅσπερ μέγας ὢν μέρος
μέν τι καὶ αἰσχύνει, μέρος δέ τι καὶ ἀσθενέστερον καὶ δυσφορώτερον
αὐτὸν τὸν ἵππον παρέχεται.

Cavatque. Hesiodus de equis Cycni in
Scuto sic ait:
χθόνα δ' ἔκτυπον ὠκέες ἵπποι
νύσσοντες χηλῇσι
.
<88> Sonat. Xenophon: Περὶ ἱππικῆς sic ait:
καὶ τῷ ψόφῳ δέ φησι Σίμων δήλους εἶναι τοὺς εὔποδας, καλῶς λέγων·
ὥσπερ γὰρ κύμβαλον ψοφεῖ πρὸς τὸ δάπεδον ἡ κοίλη ὁπλή.


pagina successiva »
 
p. 155