BIVIO: Biblioteca Virtuale On-Line

Poliziano, Angelo

Angeli Politiani in Georgica Vergilii commentarium


<184> Et stabulo frenos audire sonantis.
Varro: «Eosque, cum stent cum matribus, interdum tractan-
dum, ne, cum sint disiuncti, exterreantur; eademque causa ibi
frenos suspendendum, ut oculi consuescant et videre eorum
faciem et e motu audire crepitus
».
Frenos. Χαλινούς.
<185> Blandis. Xenophon:
Τὸ δὲ μήποτε σὺν ὀργῇ τῷ ἵππῳ προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγ-
μα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. Ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε
πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη. Καὶ ὅταν δὲ ὑποπτεύσας
τι ὁ ἵππος μὴ θέλῃ πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινά
ἐστι, μάλιστα μὲν οὖν ἵππῳ εὐκαρδίῳ, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ
δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πράως προσάγοντα. Οἱ δὲ πλη-
γαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν· οἴονται γὰρ οἱ ἵπποι,
ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῷ τοιούτῳ, καὶ τούτου τὰ ὑποπτευό-
μενα αἴτια εἶναι.

Idem paulo post:
Ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγῳ διδάσκειν ἃ δεῖ
ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγῳ μὲν οὐδὲν ἂν διδάξαις· ἢν δέ, ὅταν
μὲν ποιήσωσι ἃ βούλεται, ἀντιχαρίσηται αὐτῷ, ὅταν δὲ ἀπειθῇ, κολάζῃς,
οὕτω μάλιστ' μάθοι τὸ δέον ὑπηρετεῖν.

Idem:
ὥστε οὐ παυόμεθα λέγοντες, ἐν ᾧ ἂν ὑπηρετῇ, χαρίζεσθαι τῷ ἵππῳ.
Καὶ ὅταν δ' αἴσθηται ἡδόμενον τὸν ἵππον τῇ τε ὑψηλαυχενίᾳ καὶ τῇ
χαλαρότητι, ἐν τούτῳ οὐδὲν δεῖ χαλεπὸν προσφέρειν ὡς πονεῖν ἀναγ-
κάζοντα, ἀλλὰ θωπεύειν ὡς παύσασθαι βουλόμενον.

Idem:
Ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει,
οὔτ' ἐπίσταται οὔτε καλά ἐστιν, οὐδὲν μᾶλλον ἢ εἴ τις ὀρχηστὴν μαστι-
γῶν καὶ κεντρίζων· πολὺ γὰρ ἂν πλείω ἀσχημονοίη ἢ καλὰ ποιοίη ὁ
τοιαῦτα πάσχων καὶ ἵππος καὶ ἄνθρωπος.


pagina successiva »
 
p. 163